Now that you've finished CHRISTMAS QUIZ PART 1: here's another quiz (sort of) from another kind contributor: The Shield of Achilles A diversion Flaxman’s Shield of Achilles – the hunt is on This little volume was conceived on a recent trip to Bath. After a day’s tour of the Roman antiquities, my wife and I made our way to the Holburne Museum to view a special exhibition of silverware. There, in the centre of a top floor gallery was an exhibition case containing a huge, circular shield. This silver gilt object was from the Royal Collection, and had been cast for George IV from a design by the famous neoclassicist, artist and sculptor, John Flaxman. It was inspired by the passage in Iliad Chapter 18, describing the Shield of Achilles made by Hephaestus for Thetis following the loss of her son’s armour. The guide referred to a number of scenes from the poem being represented on the shield. Fired by this, I dived into Iliad XVIII, thanks to the Perseus Project, as soon as we got home. What an extraordinary piece of verse! It romps through a multitude of scenes, apparently all crammed onto the single shield’s front. Gathered here is Homer’s original, my attempt at a translation, and some pictures of the Flaxman model. Your task, should you accept it, is to read and enjoy (in either language or both) and then see how many of Homer’s references you can locate on the shield. I have so far found about 20, including Orion and the Bear, but I am sure that you will find more. Good hunting Peter Pond December 2016 IL.18.462 τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις:
IL.18.463 “θάρσει: μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. IL.18.464 αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην IL.18.465 νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, IL.18.466 ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε IL.18.467 ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.” IL.18.468 ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ' ἐπὶ φύσας: IL.18.469 τὰς δ' ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. IL.18.470 φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων IL.18.471 παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, IL.18.472 ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ' αὖτε, IL.18.473 ὅππως Ἥφαιστός τ' ἐθέλοι καὶ ἔργον ἄνοιτο. IL.18.474 χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε IL.18.475 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον: αὐτὰρ ἔπειτα IL.18.476 θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ IL.18.477 ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. IL.18.478 ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε IL.18.479 πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινὴν IL.18.480 τρίπλακα μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα. IL.18.481 πέντε δ' ἄρ' αὐτοῦ ἔσαν σάκεος πτύχες: αὐτὰρ ἐν αὐτῷ IL.18.482 ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. IL.18.483 ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, IL.18.484 ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν, IL.18.485 ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται, IL.18.486 Πληϊάδας θ' Ὑάδας τε τό τε σθένος Ὠρίωνος IL.18.487 Ἄρκτόν θ', ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, IL.18.488 ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει, IL.18.489 οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. Hephaestus responds, to comfort Thetis in her distress . . . . 462. And then he answered her, he famed for strength in both his arms: 463. “Be of good heart. Let not such thoughts so dwell within your mind. 464. I would that I could thus hide far away from him those thoughts 465. Of ill-starred death, whene’er his grim allotted fate should come, 466. By making sure that he then has such splendid armour that, 467. All of the many folk, when they shall see, will be amazed.” 468. And so he spoke, and left her there, and to his bellows went. 469. And these he turned toward the fire, and bid them do their work. 470. Those bellows, twenty funnelled, all the crucibles did blast - 471. From all directions strongly blew, as they exhaled their breath. 472. And he was ever bustling, one time here, another there, 473. Wherever he, Hephaestus, had in mind, the work went on. 474. Upon the fire he threw the tireless bronze, and plates of tin, 475. And costly gold and precious silver too. And so at last 476. He placed his mighty anvil on its anvil block, and grasped 477. His hammer stout, whilst in his other hand his pincers took. 478. His very first of tasks to forge a shield both large and stout, 479. Embellished in all parts; he cast a shining rim around, 480. Threefold and sparkling, all supported by a silver belt. 481. The shield’s frame was made in layers five, whilst on its front 482. He wrought so many cunning things from out his fertile brain. 483. He built the earth upon it, and the sky, and ocean too, 484. And also the untiring Sun and perigean Moon 485. And all the constellations which the Sky for garland wears, 486. The Pleiades, the Hyades, Orion in his might, 487. The Bear as well, which men have now The Wagon given name, 488. Which turns itself around to look upon Orion’s face, 489. And which alone is never plunged beneath the Ocean’s waves. IL.18.490 ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων IL.18.491 καλάς. ἐν τῇ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε, IL.18.492 νύμφας δ' ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων IL.18.493 ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει: IL.18.494 κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον, ἐν δ' ἄρα τοῖσιν IL.18.495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον: αἳ δὲ γυναῖκες IL.18.496 ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. IL.18.497 λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι: ἔνθα δὲ νεῖκος IL.18.498 ὠρώρει, δύο δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς IL.18.499 ἀνδρὸς ἀποφθιμένου: ὃ μὲν εὔχετο πάντ' ἀποδοῦναι IL.18.500 δήμῳ πιφαύσκων, ὃ δ' ἀναίνετο μηδὲν ἑλέσθαι: IL.18.501 ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. IL.18.502 λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί: IL.18.503 κήρυκες δ' ἄρα λαὸν ἐρήτυον: οἳ δὲ γέροντες IL.18.504 εἵατ' ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, IL.18.505 σκῆπτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων: IL.18.506 τοῖσιν ἔπειτ' ἤϊσσον, ἀμοιβηδὶς δ' ἐδίκαζον. IL.18.507 κεῖτο δ' ἄρ' ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, IL.18.508 τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. IL.18.509 τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν IL.18.510 τεύχεσι λαμπόμενοι: δίχα δέ σφισιν ἥνδανε βουλή, IL.18.511 ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι IL.18.512 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν: IL.18.513 οἳ δ' οὔ πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο. IL.18.514 τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα IL.18.515 ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας: IL.18.516 οἳ δ' ἴσαν: ἦρχε δ' ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
IL.18.517 ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, IL.18.518 καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ IL.18.519 ἀμφὶς ἀριζήλω: λαοὶ δ' ὑπολίζονες ἦσαν. IL.18.520 οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι IL.18.521 ἐν ποταμῷ, ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, IL.18.522 ἔνθ' ἄρα τοί γ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ. IL.18.523 τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν IL.18.524 δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. IL.18.525 οἳ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες IL.18.526 τερπόμενοι σύριγξι: δόλον δ' οὔ τι προνόησαν. IL.18.527 οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα IL.18.528 τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ IL.18.529 ἀργεννῶν οἰῶν, κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας. IL.18.530 οἳ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν IL.18.531 εἰράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων IL.18.532 βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο. IL.18.533 στησάμενοι δ' ἐμάχοντο μάχηνποταμοῖο παρ' ὄχθας, IL.18.534 βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. IL.18.535 ἐν δ' Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ Κήρ, IL.18.536 ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, IL.18.537 ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖϊν: IL.18.538 εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. IL.18.539 ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο, IL.18.540 νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνηῶτας.
IL.18.541 ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν IL.18.542 εὐρεῖαν τρίπολον: πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ IL.18.543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. IL.18.544 οἳ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, IL.18.545 τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου IL.18.546 δόσκεν ἀνὴρ ἐπιών: τοὶ δὲ στρέψασκον ἀν' ὄγμους, IL.18.547 ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. IL.18.548 ἣ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, IL.18.549 χρυσείη περ ἐοῦσα: τὸ δὴ περὶ θαῦμα τέτυκτο. IL.18.550 ἐν δ' ἐτίθει τέμενος βασιλήϊον: ἔνθα δ' ἔριθοι IL.18.551 ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. IL.18.552 δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, IL.18.553 ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. IL.18.554 τρεῖς δ' ἄρ' ἀμαλλοδετῆρες ἐφέστασαν: αὐτὰρ ὄπισθε IL.18.555 παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες IL.18.556 ἀσπερχὲς πάρεχον: βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ IL.18.557 σκῆπτρον ἔχων ἑστήκει ἐπ' ὄγμου γηθόσυνος κῆρ. IL.18.558 κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, IL.18.559 βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον: αἳ δὲ γυναῖκες IL.18.560 δεῖπνον ἐρίθοισιν λεύκ' ἄλφιτα πολλὰ πάλυνον. IL.18.561 ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν IL.18.562 καλὴν χρυσείην: μέλανες δ' ἀνὰ βότρυες ἦσαν, IL.18.563 ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. IL.18.564 ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε IL.18.565 κασσιτέρου: μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν, IL.18.566 τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
IL.18.567 παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες IL.18.568 πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. IL.18.569 τοῖσιν δ' ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ IL.18.570 ἱμερόεν κιθάριζε, λίνον δ' ὑπὸ καλὸν ἄειδε IL.18.571 λεπταλέῃ φωνῇ: τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ IL.18.572 μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο. IL.18.573 ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων: IL.18.574 αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, IL.18.575 μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε IL.18.576 πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. IL.18.577 χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι IL.18.578 τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. IL.18.579 σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτῃσι βόεσσι IL.18.580 ταῦρον ἐρύγμηλον ἐχέτην: ὃ δὲ μακρὰ μεμυκὼς IL.18.581 ἕλκετο: τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί. IL.18.582 τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην19] IL.18.583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον: οἳ δὲ νομῆες IL.18.584 αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. IL.18.585 οἳ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, IL.18.586 ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον ἔκ τ' ἀλέοντο. IL.18.587 ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις] IL.18.588 ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, IL.18.589 σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς 567. Young maidens and admiring swains in tender innocence
IL.18.590 ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, IL.18.591 τῷ ἴκελον οἷόν ποτ' ἐνὶ Κνωσῷ εὐρείῃ IL.18.592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. IL.18.593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι IL.18.594 ὠρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. IL.18.595 τῶν δ' αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας IL.18.596 εἵατ' ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ: IL.18.597 καί ῥ' αἳ μὲνκαλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας IL.18.598 εἶχον χρυσεία ἐξ ἀργυρέων τελαμώνων. IL.18.599 οἳ δ' ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι IL.18.600 ῥεῖα μάλ', ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν IL.18.601 ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν: IL.18.602 ἄλλοτε δ' αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. IL.18.603 πολλὸς δ' ἱμερόεντα χορὸν περιίσταθ' ὅμιλος IL.18.604 τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς IL.18.605 φορμίζων: δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς IL.18.606 μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. IL.18.607 ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο IL.18.608 ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. IL.18.609 αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, IL.18.610 τεῦξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, IL.18.611 τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν IL.18.612 καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, IL.18.613 τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. IL.18.614 αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, IL.18.615 μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. IL.18.616 ἣ δ' ἴρηξ ὣς ἆλτο κατ' Οὐλύμπου νιφόεντος IL.18.617 τεύχεα μαρμαίροντα παρ' Ἡφαίστοιο φέρουσα.
0 Comments
Leave a Reply. |
Sheffield branch of the Classical Association, founded in 1920
Archives
November 2023
|